Numbers 32

1καὶ κτήνη πλῆθος ἦν τοῖς υἱοῖς Ρουβην καὶ τοῖς υἱοῖς Γαδ, πλῆθος σφόδρα· καὶ εἶδον τὴν χώραν Ιαζηρ καὶ τὴν χώραν Γαλααδ, Καὶ ἦν τόπος τόπος κτήνεσιν. 2καὶ προσελθόντες οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς λέγοντες 3Αταρωθ καὶ Δαιβων καὶ Ιαζηρ καὶ Ναμβρα καὶ Εσεβων καὶ Ελεαλη καὶ Σεβαμα καὶ ναβαυ και Βαιαν, 4τὴν γῆν, ἣν παρέδωκεν κύριος ἐνώπιον τῶν υἱῶν Ισραηλ, γῆ κτηνοτρόφος ἐστίν, καὶ τοῖς παισίν σου κτήνη ὑπάρχει. 5καὶ ἔλεγον Εἰ εὕρομεν χάριν ἐνώπιόν σου, δοθήτω γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει, καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν Ιορδάνην. 6καὶ εἶπεν Μωϋσῆς τοῖς υἱοῖς Γαδ καὶ τοῖς υἱοῖς Ρουβην Οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς πόλεμον, καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ; 7καὶ ἵνα τί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν Ισραηλ μὴ διαβῆναι εἰς τὴν γῆν, ἣν κύριος δίδωσιν αὐτοῖς; 8οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Καδης Βαρνη κατανοῆσαι τὴν γῆν; 9καὶ ἀνέβησαν Φάραγγα βότρυος καὶ κατενόησαν τὴν γῆν καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν Ισραηλ, ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν, ἣν ἔδωκεν κύριος αὐτοῖς. 10καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὤμοσεν λέγων 11Εἰ ὄψονται οἱ ἄνθρωποι οὗτοι οἱ ἀναβάντες ἐξ Αἰγύπτου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω οἱ ἐπιστάμενοι τὸ κακὸν καὶ τὸ ἀγαθὸν τὴν γῆν, ἣν ὤμοσα τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ, οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μου, 12πλὴν Χαλεβ υἱὸς Ιεφοννη διακεχωρισμένος καὶ Ἰησοῦς τοῦ Ναυη, ὅτι συνεπηκολούθησεν ὀπίσω κυρίου. 13καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὸν Ισραηλ καὶ κατερρόμβευσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, ἕως ἐξανηλώθη πᾶσα γενεὰ οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι κυρίου. 14ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν σύστρεμμα ἀνθρώπων ἁμαρτωλῶν προσθεῖναι ἔτι ἐπὶ τὸν θυμὸν τῆς ὀργῆς κυρίου ἐπὶ Ισραηλ, 15ὅτι ἀποστραφήσεσθε ἀπ' αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτην. 16καὶ προσῆλθον αὐτῷ καὶ ἔλεγον Ἐπαύλεις προβάτων οἰκοδομήσωμεν ὧδε τοῖς κτήνεσιν ἡμῶν καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν, 17καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴ πρότεροι τῶν υἱῶν Ισραηλ, ἕως ἂν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον· καὶ κατοικήσει ἀποσκευὴ ἡμῶν ἐν πόλεσιν τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν. 18οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν, ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ Ισραηλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ· 19καὶ οὐκέτι κληρονομήσωμεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ Ιορδάνου καὶ ἐπέκεινα, ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν ἀνατολαῖς. 20καὶ εἶπεν πρὸς αὐτοὺς Μωϋσῆς ἐὰν ποιήσητε κατὰ τὸ ῥῆμα τοῦτο, Ἐὰν ἐξοπλίσησθε ἔναντι κυρίου εἰς πόλεμον 21καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν Ιορδάνην ἔναντι κυρίου, ἕως ἂν ἐκτριβῇ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ 22καὶ κατακυριευθῇ γῆ ἔναντι κυρίου, καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε, καὶ ἔσεσθε ἀθῷοι ἔναντι κυρίου καὶ ἀπὸ Ισραηλ, καὶ ἔσται γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι κυρίου. 23ἐὰν δὲ μὴ ποιήσητε οὕτως, ἁμαρτήσεσθε ἔναντι κυρίου καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν, ὅταν ὑμᾶς καταλάβῃ τὰ κακά. 24καὶ οἰκοδομήσετε ὑμῖν αὐτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν καὶ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν ποιήσετε. 25καὶ εἶπαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ πρὸς Μωυσῆν λέγοντες Οἱ παῖδές σου ποιήσουσιν καθὰ κύριος ἡμῶν ἐντέλλεται· 26 ἀποσκευὴ ἡμῶν καὶ αἱ γυναῖκες ἡμῶν καὶ πάντα τὰ κτήνη ἡμῶν ἔσονται ἐν ταῖς πόλεσιν Γαλααδ, 27οἱ δὲ παῖδές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι ἔναντι κυρίου εἰς τὸν πόλεμον, ὃν τρόπον κύριος λέγει. 28καὶ συνέστησεν αὐτοῖς Μωϋσῆς Ελεαζαρ τὸν ἱερέα καὶ Ἰησοῦν υἱὸν Ναυη καὶ τοὺς ἄρχοντας πατριῶν τῶν φυλῶν Ισραηλ, 29καὶ εἶπεν πρὸς αὐτοὺς Μωϋσῆς Ἐὰν διαβῶσιν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ μεθ' ὑμῶν τὸν Ιορδάνην, πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι κυρίου, καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν, καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλααδ ἐν κατασχέσει· 30ἐὰν δὲ μὴ διαβῶσιν ἐνωπλισμένοι μεθ' ὑμῶν εἰς τὸν πόλεμον ἔναντι κυρίου, καὶ διαβιβάσετε τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ κτήνη αὐτῶν πρότερα ὑμῶν εἰς γῆν Χανααν, καὶ συγκατακληρονομηθησονταιςξ ἐν ὑμῖν ἐν τῇ γῇ Χανααν. 31καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ λέγοντες Ὅσα κύριος λέγει τοῖς θεράπουσιν αὐτοῦ, οὕτως ποιήσομεν· 32ἡμεῖς διαβησόμεθα ἐνωπλισμένοι ἔναντι κυρίου εἰς γῆν Χανααν, καὶ δώσετε τὴν κατάσχεσιν ἡμῖν ἐν τῷ πέραν τοῦ Ιορδάνου. 33καὶ ἔδωκεν αὐτοῖς Μωϋσῆς, τοῖς υἱοῖς Γαδ καὶ τοῖς υἱοῖς Ρουβην καὶ τῷ ἡμίσει φυλῆς Μανασση υἱῶν Ιωσηφ, τὴν βασιλείαν Σηων βασιλέως Αμορραίων καὶ τὴν βασιλείαν Ωγ βασιλέως τῆς Βασαν, τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς, πόλεις τῆς γῆς κύκλῳ. 34καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γαδ τὴν Δαιβων καὶ τὴν Αταρωθ Καὶ τὴν Αροηρ 35καὶ τὴν Σωφαρ καὶ τὴν Ιαζηρ καὶ ὕψωσαν αὐτὰς 36καὶ τὴν Ναμβραν καὶ τὴν Βαιθαραν, πόλεις ὀχυρὰς καὶ ἐπαύλεις προβάτων. 37καὶ οἱ υἱοὶ Ρουβην ᾠκοδόμησαν τὴν Εσεβων καὶ Ελεαλη καὶ Καριαθαιμ 38καὶ τὴν Βεελμεων, περικεκυκλωμένας, καὶ τὴν Σεβαμα καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων, ἃς ᾠκοδόμησαν. 39καὶ ἐπορεύθη υἱὸς Μαχιρ υἱοῦ Μανασση εἰς Γαλααδ καὶ ἔλαβεν αὐτὴν καὶ ἀπώλεσεν τὸν Αμορραῖον τὸν κατοικοῦντα ἐν αὐτῇ. 40καὶ ἔδωκεν Μωϋσῆς τὴν Γαλααδ τῷ Μαχιρ υἱῷ Μανασση, καὶ κατῴκησεν ἐκεῖ. 41καὶ Ιαιρ. τοῦ Μανασση ἐπορεύθη καὶ ἔλαβεν τὰς ἐπαύλεις αὐτῶν καὶ ἐπωνόμασεν αὐτὰς Ἐπαύλεις ιαιρ 42καὶ Ναβαυ ἐπορεύθη καὶ ἔλαβεν τὴν Κανααθ καὶ τὰς κώμας αὐτῆς καὶ ἐπωνόμασεν αὐτὰς Ναβωθ ἐκ τοῦ ὀνόματος αὐτοῦ.
Copyright information for LXX